Psalms 93

1
LXX: Psa.92:1
Εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατωκισται γῆ· αἶνος ᾠδῆς τῷ Δαυιδ. κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο· καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
2
LXX: Psa.92:2
ἕτοιμος θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ.
3
LXX: Psa.92:3
ἐπῆραν οἱ ποταμοί, κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν·
4
LXX: Psa.92:4
ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς κύριος.
5
LXX: Psa.92:5
τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, κύριε, εἰς μακρότητα ἡμερῶν.
Copyright information for LXX